Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.160 Joseph. AJ 4.165 (English) >>Joseph. AJ 4.169

4.163ὃς ἧκεν ἄγων τὸν στρατὸν ἀπαθῆ καὶ λείαν ἄφθονον, βόας μὲν γὰρ δισχιλίους καὶ πεντακισμυρίους, ὄις δὲ πεντακισχιλίας πρὸς μυριάσιν ἑπτὰ καὶ ἑξήκοντα, ὄνους δὲ ἑξακισμυρίας, χρυσοῦ δὲ καὶ ἀργύρου ἄπειρόν τι πλῆθος κατασκευῆς, κατʼ οἶκον ἐχρῶντο· ὑπὸ γὰρ εὐδαιμονίας καὶ ἁβροδίαιτοι σφόδρα ἐτύγχανον. ἤχθησαν δὲ καὶ αἱ παρθένοι περὶ δισχιλίας καὶ τρισμυρίας. 4.164Μωυσῆς δὲ μερίσας τὴν λείαν τῆς μὲν ἑτέρας τὸ πεντηκοστὸν Ἐλεαζάρῳ δίδωσι καὶ τοῖς ἱερεῦσι, Λευίταις δὲ τῆς ἑτέρας τὸ πεντηκοστὸν μέρος, τὴν δὲ λοιπὴν νέμει τῷ λαῷ. καὶ διῆγον τὸ λοιπὸν εὐδαιμόνως, ἀφθονίας μὲν ἀγαθῶν αὐτοῖς ὑπʼ ἀρετῆς γεγενημένης, ὑπὸ μηδενὸς δὲ σκυθρωποῦ ταύτης ἀπολαύειν ἐμποδιζόμενοι. 4.165

Μωυσῆς δὲ γηραιὸς ἤδη τυγχάνων διάδοχον ἑαυτοῦ Ἰησοῦν καθίστησιν ἐπί τε ταῖς προφητείαις καὶ στρατηγὸν εἴ που δεήσειε γενησόμενον, κελεύσαντος καὶ τοῦ θεοῦ τούτῳ τὴν προστασίαν ἐπιτρέψαι τῶν πραγμάτων. δὲ Ἰησοῦς πᾶσαν ἐπεπαίδευτο τὴν περὶ τοὺς νόμους παιδείαν καὶ τὸ θεῖον Μωυσέος ἐκδιδάξαντος. 4.166

Κἀν τούτῳ δύο φυλαὶ Γαδίς τε καὶ Ῥουβήλου καὶ τῆς Μανασσίτιδος ἡμίσεια πλήθει τετραπόδων εὐδαιμονοῦντες καὶ τοῖς ἄλλοις ἅπασι, κοινολογησάμενοι παρεκάλουν τὸν Μωυσῆν ἐξαίρετον αὐτοῖς τὴν Ἀμορῖτιν παρασχεῖν δορίκτητον οὖσαν· ἀγαθὴν γὰρ εἶναι βοσκήματα τρέφειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.160 Joseph. AJ 4.165 (English) >>Joseph. AJ 4.169

Powered by PhiloLogic